Ἄγε, ζωγράφων ἄριστε,
Γράφε, ζωγράφων ἄριστε,
Ῥοδίης κοίρανε τέχνης,
Ἀπεοῦσαν, ὡς ἂν εἴπω,
Γράφε τὴν ἐμὴν ἑταίρην.
Γράφε μοι τρίχας τὸ πρῶτον,
Ἁπαλάς τε καὶ μελαίνας·
Ὁ δὲ κηρὸς ἂν δύνηται,
Γράφε καὶ μύρου πνεούσας.
Ὑπὸ πορφυραίσι χαίταις
Ἐλεφάντινον μέτωπον.
Τὸ μεσόφρυον δὲ μή μοι
Διάκοπτε, μήτε μίγνυε·
Ἐχέτω δ᾽, ὅπως ἐκείνη,
Τὸ λεληθότως σύνοφρυ,
Βλεφάρων δ᾽ ἴτυν κελαίνην.
Τὸ δὲ βλέμμα νῦν ἀληθῶς
Ἀπὸ τοῦ πυρὸς ποίησον,
Ἅμα γλαυκόν, ὡς Ἀθήνης,
Ἅμα δ᾽ ὑγρόν, ὡς Κυθήρης.
Γράφε ῥῖνα καὶ παρειάς,
Ῥόδα τῷ γάλακτι μίξας·
Γράφε χεῖλος, οἷα Πειθοῦς,
Προκαλούμενον φίλημα.
Τρυφεροῦ δ᾽ ἔσω γενείου
Περὶ Λυδίνῳ τραχήλῳ
Χάριτες πέτοντο πᾶσαι.
Στόλιζον λοιπόν αὐτὴν
Ὑαλοπορφύροισι πέπλοις·
Διαφαινέτω δὲ σαρκῶν
Ὀλίγον, τὸ σῶμ᾽ ἐλέγχον.
Ἀπέχει· βλέπω γὰρ αὐτήν·
Τάχα, κῆρε, καὶ λαλήσεις.