27. ΕΙΣ ΔΙΟΝΥΣΟΝΤοῦ Διὸς ὁ παῖς ὁ Βάκχος,Ὁ λυσίφρων Λύαιος,Ὅταν φρένας γ᾽ ἐς ἁμὰςἘσέλθῃ μεθυδώτης,Διδάσκει με χορεύειν.Ἔχω δὲ καὶ τι τερπνόν·Ὁ τῆς μέθης ἐραστής,Μετὰ κρότων, μετ᾽ ᾠδῆς,Τέρπει με κ᾿ Ἀφροδίτη,Καὶ πάλιν θέλω χορεύειν.