Στεφανηφόρου μετ᾽ ἦρος
Μέλπομαι ῥόδον θέρεον·
Σὺν, ἑταῖρ᾽, ἄειδε μολπήν.
Τόδε γὰρ νέων ἄημα,
Τόδε γὰρ βροτῶν τὸ χάρμα,
Χαρίτων τ᾽ ἄγαλμ᾽, ἐν ὥραις
Πολυανθέων ἐρώτων·
Ἀφροδίσιον τ᾽ ἄθυρμα.
Τόδε καὶ μέλημα μύθοις,
Χαρίεν φυτὸν τε Μουσέων·
Γλυκὺ καὶ ποιοῦντι πεῖραν
Ἐν ἀκανθίναις ἀταρποῖς·
Γλυκὺ δ᾽ αὖ λαβόντι θάλπειν
Μαλακαῖσι χερσὶ κοῦφως,
Προσάγοντ᾽ Ἔρωτος ἄνθος.
Ὡς σοφὸ τὸδ᾽ αὐτὸ τερπνὸν
Θαλίαις τε καὶ τραπέζαις,
Διονυσίαις δ᾽ ἑορταῖς.
Τί δ᾽ ἄνευ ῥόδου γένοιτ᾽ ἄν;
Ῥοδοδάκτυλος μὲν Ἠώς,
Ῥοδοπήχεες δὲ Νύμφαι,
Ῥοδόχρους δὲ κ᾽ Ἀφροδίτη
Παρά τῶν σοφῶν καλεῖται.
Τόδε καὶ νοσοῦσιν ἄρκει·
Τόδε καὶ νεκροῖς ἀμύνει·
Τόδε καὶ χρόνον βιᾶται.
Χαρίεν ῥόδων δὲ γῆρας
Νεότητος ἔσχεν ὀσμήν.
Φέρε δὴ, φυλή, λέγωμεν·
Χαροπῆς ὅτ᾽ ἐκ θαλάττης
Δεδροσσωμένην Κυθήρην
Ἐλόχευε πόντος ἀβρῶς,
Πολεμόκλονον τ᾽ Ἀθήνην
Κορυφῆς ἐδείκνυε Ζεύς,
Φοβερὰν θεὰν Ὀλύμπῳ·
Τότε καὶ ῥόδων ἀγήτων
Νέον ἔργον ἤνθισε χθών,
Πολυδαίδαλον λόχευμα.
Μακάρων θεῶν δ᾽ ὅμιλος,
Ῥόδον ὡς γένοιτο, νέκταρ
Ἐπιτέγξας, ἀνέτειλεν
Ἀγέρωχον ἐξ ἀκάνθης
Φυτὸν ἄμβροτον Λυαίου.