Τὸν μελανόχρωτα βότρυν
Ταλάροις φέροντες ἄνδρες,
Μετὰ παρθένων, ἐπ᾽ ὤμων·
Κατὰ ληνὸν δὲ βαλόντες
Μόνον ἄρσενες πατοῦσι
Σταφυλήν, λύοντες οἶνον,
Μέγα τὸν θεὸν χροτοῦντες
Ἐπιληνίοις ὕμνοις,
Ἐρατὸν πίθοις ὁρῶντες
Νέον ἐς ζέοντα Βάκχον.
Ὅν ὅταν πίνῃ γεραιός,
Τρομεροῖς ποσὶν χορεύει,
Πολιὰς τρίχας τινάσσων·
Ὁ δὲ, παρθένον λοχήσας,
Ἐρατὸς νέος μεθυωθεὶς,
Ἀπαλὸν δέμας χυθείσας,
Σκιερῶν ὑπὲρθε φύλλων,
Βεβαρημένην ἐς ὕπνον,
Ἐς Ἔρωτ᾽ ἄωρα θέλγει
Προδότην γάμον γενέσθαι.
Ὁ δὲ μὴ λόγοισι πείθων,
Τότε μὴ θέλουσαν ἄγχει·
Μετὰ γὰρ νέων ὁ Βάκχος
Μεθύων ἄτακτα παίζει.