44. ΕΙΣ ΤΟ ἙΑΥΤΟΥ ΟΝΕΙΡΟΝἘδόκουν ὄναρ τροχάζειν,Πτέρυγας φέρων ἐπ᾽ ὤμων·Ὁ δ᾽ Ἔρως, ἔχων μόλυβδονΠερὶ τοῖς καλοῖς ποδίστοις,Ἐδίωκε, καὶ κίχανε.Τί θέλει γ᾽ ὄναρ τόδ᾽ εἶναι;Δοκέω δ᾽ ἔγωγε πολλοῖςἘν ἔρωσι με πλακέντα,Διολισθάνειν ἐν ἄλλοις,Ἐνὶ τῷδε συνδεθῆναι.