Ἔρως ποτ᾽ ἐν ῥόδοισι
Κοιμωμένην μέλιτταν
Οὐκ εἶδεν, ἀλλ᾽ ἐτρώθη·
Τὸν δάκτυλον δὲ δηχθεὶς
Τῆς χειρὸς, ἀλαλύξε.
Δραμὼν δὲ καὶ πετασθεὶς
Πρὸς τὴν καλὴν Κυθήρην,
Ὀλωλὰ, μᾶτερ, εἶπεν,
Ὀλωλὰ, κατὰθνῄσκω·
Ὄφις μ᾽ ἔτυψε μικρός,
Πτερωτός, ὃν καλοῦσι
Μέλιτταν οἱ γεωργοί.
Ἡ δ᾽ εἶπεν, Εἰ τὸ κέντρον
Πονεῖ τὸ τῆς μελίττης,
Πόσον, δοκεῖς, πονοῦσιν,
Ἔρως, ὅσους σὺ βάλλεις;