Ἱλαροὶ πίωμεν οἶνον,
Ἀνεμέλψομεν δὲ Βάκχον,
Τὸν ἐφευρέτην χορείης,
Τὸν ὅλας ποθοῦντα μολπάς,
Τὸν ὁμότροπον γ᾽ Ἔρωτι,
Τὸν ἐρώμενον Κυθήρης·
Δι᾽ ὃν ἡ Μέθη λοχεύθη,
Δι᾽ ὃν ἡ Χάρις τ᾽ ἐτέχθη,
Δι᾽ ὃν ἀμπάυετο Λύπη,
Δι᾽ ὃν εὐνάζετ᾽ Ἀνίη.
Τὸ μὲν οὖν πῶμα κερασθὲν
Ἁπαλοὶ φέρουσι παῖδες,
Τὸ δ᾽ ἄχος πέφευγε μιχθὲν
Ἀνεμοστρόφῳ θυέλλῃ.
Τὸ μὲν οὖν πῶμα λάβωμεν,
Τὰς δὲ φροντίδας μεθῶμεν·
Τί γὰρ ἐστὶ σοι τὸ κέρδος
Ὀδυνομένῳ μερίμναις;
Πόθεν οἴδαμεν τὸ μέλλον;
Ὁ βίος βροτοῖς ἄδηλος.
Μεθύων θέλω χορεύειν,
Μεμυρισμένος δὲ παίζειν
Μετὰ καὶ καλῶν γυναικῶν.
Μελέτω δὲ τοῖς θέλουσιν
Ὅσον ἐστὶν ἐν μερίμναις.
Ἱλαροὶ πίωμεν οἶνον,
Ἀναμέλψωμεν δὲ Βάκχον.