Ἴδε, πῶς ἔαρος φανέντος,
Χάριτες ῥόδα βρύουσιν·
Ἴδε, πῶς κῦμα θαλάσσης
Ἀπαλύνεται γαλήνην·
Ἴδε, πῶς νῆσσα κολυμβᾷ·
Ἴδε, πῶς γέρανος ὁδεύει·
Ἀφελῶς δ᾽ ἔλαμψε Τιτάν.
Νεφελῶν σκιαὶ δονοῦνται·
Τὰ βροτῶν δ᾽ ἔλαμψεν ἔργα·
Καρποῖσι γῆ προκύπτει·
Καρπὸς ἐλαίας προκύπτει·
Βρομίου στέφεται τὸ νᾶμα,
Κατὰ φύλλον, κατὰ κλῶνα,
Καθελὼν ἥλιος καρπός.