Ἐγὼ γέρων μὲν εἰμι,
Νέων πλέον δὲ πίνω·
Κἂν δεήσῃ με χορεύειν,
Σκῆπτρον ἔχω τὸν ἀσκόν·
Νάρθηξ γὰρ οὐδέν ἐστιν.
Ὁ μὲν θέλων μάχεσθαι,
Παρέστι γάρ, μαχέσθω.
Ἐμοὶ κύπελλον, ὦ παῖ,
Μελιχρὸν οἶνον ἡδὺν
Ἐγκεράσας, φέρησον.
Ἐγὼ γέρων μὲν εἰμι·
Σειληνὸν ἐν μέσοις δὲ
Μιμούμενος χορεύσω.