Σὺ μὲν, φίλη χελιδών,
Ἐτησίη μολοῦσα,
Θέρει πλέκεις καλυβήν,
Χειμῶνι δ᾽ εἶς ἄφαντος.
Ἔρως δ᾽ ἀεὶ πλέκει μοι
Ἐν καρδίῃ καλυβήν.
Πόθος ὁ μὲν πτεροῦται,
Ὁ δ᾽ ὤον ἐστὶν ἀκμήν,
Ὁ δ᾽ ἡμίλεπτος ἤδη·
Βοὴ δὲ γίνεται ἀεὶ
Κεχνηότων νεοττῶν.
Ἐρατιδεῖς δὲ μικροὺς
Οἱ μείζονες τρέφουσιν;
Οἱ δὲ τραφέντες εὐθὺς
Πάλιν χύουσιν ἄλλους.
Τί μῆκος οὖν γένηται;
Οὐ γὰρ σθένω τοσούτους
Ἔρωτας ἐκθρέψαι.