Εἰ φύλλα πάντα δένδρων
Ἐπίστασαι κατειπεῖν,
Εἰ κυματῶδες εὑρεῖν
Τὸ τῆς ὅλης θαλάσσης,
Σὲ τῶν ἐμῶν ἐρώτων
Μόνον ποιῶ λογιστήν.
Πρῶτον μὲν ἐξ Ἀθηνῶν
Ἔρωτας εἴκοσιν θὲς,
Καὶ πεντεκαίδεκ᾽ ἄλλους·
Ἔπειτα δ᾽ ἐκ Κορίνθου
Θὲς ὁρμαθοὺς ἐρώτων·
Ἀχαΐης γὰρ ἐστίν,
Ὅπου καλαὶ γυναῖκες.
Τίθει δὲ Λεσβίους μοι,
Καὶ μέχρι τῶν Ἰώνων,
Καὶ Καρῆς, Ῥόδου τε,
Δισχιλίους ἔρωτας.
Τί φῄς; ἀεὶ κ᾽ ἔρωτες;
Οὔπω Σύρους ἔλεξα,
Οὔπω πόλους Κανώβων,
Οὐ τῆς ἅπαντ᾽ ἐχούσης
Κρήτης, ὅπου πόλεσσιν
Ἔρως ἐργάζεται.
Τί σοι θέλεις ἀριθμεῖν
Τοὺς ἐκτὸς αὖ Γαδείρων,
Τῶν Βακτρίων τε κ᾽ Ἰνδῶν,
Ψυχῆς ἐμῆς ἔρωτας;