Ἔρωτα κηρινόν τις
Νεηνίης ἐπώλει·
Ἐγὼ δὲ οἱ παραστὰς,
Πόσου θέλεις, ἔφην, σοὶ
Τὸ τευχθὲν ἐκπρίωμαι;
Ὁ δ᾽ εἶπε, Δωριάζων,
Λάβ᾽ αὐτὸν, ὁππόσου λῇς·
Ὅμως δ᾽ ἵν᾽ ἐκμάθῃς πᾶν,
Οὐκ εἰμὶ κηροτέχνας.
᾿Αλλ᾽ οὐ θέλω συνοικεῖν
῎Ερωτι παντορέκτῳ.
Δὸς οὖν, δὸς αὐτὸν ἡμῖν
Δραχμῆς, καλὸν σύνευον.
῎Ερως, σὺ δ᾽ εὐθέως με
Πύρωσον· εἰ δὲ μὴ, σὺ
Κατὰ φλογὸς τακήσῃ.