Ἐρασμίη πέλεια,
Πόθεν, πόθεν πέτασσαι;
Πόθεν μύρων τοσούτων,
Ἐπ᾽ ἠέρος θέουσα,
Πνέεις τε καὶ ψεκάζεις;
Τίς ἐστί σοι; μέλει δέ;
᾿Ανακρέων μ᾽ ἔπεμψε
Πρὸς παῖδα, πρὸς Βάθυλλον,
Τὸν ἄρτι τῶν ἁπάντων
Κρατοῦντα καὶ τύραννον.
Πέπρακέ μ᾿ ἡ Κυθήρη,
Λαβοῦσα μικρὸν ὕμνον·
Ἐγὼ δ᾽ ᾿Ανακρέοντι
Διηκονῶ τοσαῦτα.
Καὶ νῦν οἷας ἐκείνου
Ἐπιστολὰς κομίζω·
Καί φησιν, εὐθέως με
Ἐλευθέρην ποιήσειν.
Ἐγὼ δέ, κἂν ἀφῇ με,
Δούλη μενῶ παρ᾽ αὐτῷ.
Τί γὰρ με δεῖ πέτασθαι
Ὅρη τε καὶ κατ᾽ ἀγρούς,
Καὶ δένδρεσιν καθίζειν,
Φαγοῦσαν ἀγρίῳ τι;
Τανῦν ἔδω μὲν ἄρτον,
Ἁρπάζασα χειρῶν
᾿Ανακρέοντος αὐτοῦ·
Πιεῖν δὲ μοι δίδωσι
Τὸν οἶνον, ὃν ἀροτίνει.
Πιοῦσα δ᾽ ἂν χορεύσω,
Καὶ δεσπότην ἐμοῖσι
Πτεροῖσι συγκαλύψω·
Κοιμωμένη δ᾽ ἐπ᾽ αὐτῷ
Τῷ βαρβίτῳ καθεύδω.
Ἔχεις ἅπαντ᾽, ἄπελθε·
Λαλιστέραν μ᾽ ἔθηκας,
Ἄνθρωπε, καὶ χορεύης.