Μεσονυκτίοις ποθ᾽ ὥραις,
Στρέφεται ὅτ᾽ ᾿Αρκτὸς ἤδη
Κατὰ χεῖρα τὴν Βοώτεω,
Μερόπων δὲ φύλα πάντα
Κέαται, κόπῳ δαμέντα·
Τότ᾽ ῎Ερως ἐπισταθείς μευ
Θυρέων ἔκοπτεν ὀχῆας.
Τίς, ἔφην, θύρας ἀράσσει;
Κατὰ μευ σχίσεις ὀνείρους.
῾Ο δ᾽ ῎Ερως, Ἄνοιγε, φησίν·
Βρέφος εἰμί, μὴ φόβησαι·
Βρέχομαι δὲ, κἀσέληνον
Κατὰ νύκτα πεπλάνημαι.
᾿Ελέησα ταῦτ᾽ ἀκούσας·
᾿Ανὰ δ᾽ εὐθὺ λύχνον ἅψας
᾿Ανέῳξα· καὶ βρέφος μὲν
᾿Εσορῶ φέροντα τόξον,
Πτέρυγάς τε καὶ φαρέτρην·
Παρὰ δ᾽ ἰστίην καθίσσας
Παλάμαισι χεῖρας αὐτοῦ
᾿Ανέθαλπον, ἐκ δὲ χαίτης
᾿Απέθλιβον ὑγρὸν ὕδωρ.
Ὁ δ᾽, ἐπεὶ κρύος μεθῆκε,
Φέρε, φησὶ, πειράσωμεν
Τόδε τόξον, εἴ τι μοι νῦν
Βλάζεται βραχεῖσα νευρή·
Τανύει δὲ, καὶ με τύπτει
Μέσον ἧπαρ, ὥσπερ οἶστρος·
᾿Ανὰ δ᾽ ἅλλεται καχάζων.
Ξένε, δ᾽ εἶπε, συγχάρηθι·
Κέρας ἀβλαβὲς μὲν ἐστι,
Σὺ δὲ καρδίην πονήσεις.