Φύσις κέρατα ταύροις,
῾Οπλὰς δ᾽ ἔδωκεν ἵπποις,
Ποδωκίην λαγωοῖς,
Λέουσι χάσμ᾽ ὀδόντων,
Τοῖς ἰχθύσιν τὸ νηκτὸν,
Τοῖς ὀρνέοις πέτασθαι,
Τοῖς ἀνδράσιν φρόνημα·
Γυναιξὶν οὐκ ἔτ᾽ εἶχεν;
Τί οὖν δίδωσι; κάλλος,
᾿Αντ᾽ ἀσπίδων ἁπασέων,
᾿Αντ᾽ ἐγχέων ἁπάντων·
Νικᾷ δὲ καὶ σίδηρον,
Καὶ πῦρ, καλή τις οὖσα.