Θέλω λέγειν ᾿Ατρείδας,
Θέλω δὲ Κάδμον ἄδειν·
῾Η βάρβιτος δὲ χορδαῖς
῎Ερωτα μοῦνον ἠχεῖ.
῞Ημειψα νεῦρα πρώην,
Καὶ τὴν λύρην ἅπασαν·
Κἀγὼ μὲν ᾖδον ἄθλους
Ἡρακλέους· λύρη δὲ
῎Ερωτας ἀντεφώνει.
Χαίροιτε λοιπὸν ἡμῖν,
῞Ηρωες· ἡ λύρη γὰρ
Μόνους ἔρωτας ᾄδει.