Οὐ μοι μέλει Γύγαο
Τοῦ Σάρδεων ἄνακτος,
Οὔθ᾽ αἱρέει με χρυσός,
Οὐδὲ φθονῶ τυράννοις·
Ἐμοὶ μέλει μύροισι
Καλαβρέχειν ὑπήνην·
Ἐμοὶ μέλει ῥόδοισι
Καταστέφειν κάρηνα.
Τὸ σήμερον μέλει μοι·
Τὸ δ᾽ αὔριον τίς οἶδεν;
Ἕως οὖν ἔτ᾽ εὔδι ἐστίν,
Καὶ πῖνε καὶ κύβευε,
Καὶ σπένδε τῷ Λυαίῳ.
Μὴ νοῦσος, ἥν τις ἔλθῃ,
Λέγῃ, Σὲ μηδὲ πίνειν.