Θέλω, θέλω φιλῆσαι—
Ἔπειτα ῎Ερως φιλεῖν με,
Ἐγὼ δ᾽ ἔχων νόημα
Ἄβουλον, οὐκ ἐπείσθην.
Ὁ δ᾽ εὐθὺ τόξον ἄρας,
Καὶ χρυσέην φαρέτρην,
Μάχῃ με προὐκαλεῖτο.
Κἀγὼ λαβὼν ἐπ᾽ ὤμων
Θώρηχ᾽, ὅπως ᾿Αχιλλεύς,
Καὶ δοῦρα, καὶ βοείην,
Ἐμαρνάμην ῎Ερωτι.
Ἔβαλλ᾽· ἐγὼ δ᾽ ἔφευγον,
Ὡς δ᾽ οὐκ ἔχ᾽ ἔτ᾽ οἰστοὺς,
Ἡσχάλλεν, εἰς ἑαυτὸν
Ἀφῆκεν εἰς βέλεμνον.
Μέσος δὲ καρδίης μευ
Ἔδυνε, καὶ μ᾽ ἔλυσε.
Μάτην δ᾽ ἔχω βοεῖν·
Τί γὰρ βάλωμεν ἔξω,
Μάχης ἔσω μ᾽ ἐχούσης;