Πολιοὶ μὲν ἡμῖν ἤδη
Κρόταφοι, κάρη δὲ λευκόν·
Χαρίεσσα δ᾽ οὐκ ἔτ᾽ ἤδη
Πάρα· γηραλέοι δ᾽ ὀδόντες.
Γλυκεροῦ δ᾽ οὐκ ἔτι πολλὸς
Βίου χρόνος λέλειπται.
Διὰ ταῦτ᾽ ἀνασταλύζω
Θαμὰ, Τάρταρον δεδοικώς·
Αἰδέω γὰρ ἐστὶ δεινὸς
Μυχός· ἀργαλὴν δ᾽ ἐς αὐτὸν
Κάθοδος· καὶ γὰρ ἕτοιμον
Καταβάντι μὴ ᾿ναβῆναι.