55. ΕΙΣ ΤΟΥΣ ἘΡΩΝΤΑΣἘν ἰσχίοις μὲν ἵπποιΠυρὸς χάραγμα ἔχουσι·Καὶ Πάρθιούς τις ἄνδραςἘγνώρισεν τιάραις·Ἐγὼ δὲ τοὺς ἐρῶνταςἸδὼν ἐπίσταμ᾽ εὐθύς·Ἔχουσι γάρ τι λεπτόνΨυχῆς ἔσω χάραγμα.