Ὁ πλοῦτος εἴ γε χρυσοῦ
Τὸ ζῆν παρῆγε θνητοῖς,
Ἐκαρτέρουν φυλάττων,
Ἵν᾽ ἂν θανεῖν ἐπέλθῃ,
Λάβῃ τι καὶ παρέλθῃ.
Εἰ δ᾽ οὐδὲ τὸ πρίασθαι
Τὸ ζῆν ἔνεστι θνητοῖς,
Τί καὶ μάτην στενάζω;
Τί καὶ γόους προπέμπω;
Θανεῖν γὰρ εἰ πέπρωται,
Τί χρυσὸς ὠφελεῖ με;
Ἐμοὶ γένοιτο πίνειν,
Πιόντι δ᾽ οἶνον ἡδὺν
Ἐμοῖς φίλοις συνεῖναι
Ἐν δ᾽ ἁπαλαῖσι κοίταις
Τελεῖν τὴν Ἀφροδίτην.