Ἡ Ταντάλου πότ᾽ ἔστη
Λίθος φεύγων ἐν ὄχθαις·
Καὶ παῖς πότ᾽ ὄρνις ἔπτη,
Πανδίονος χελιδών.
Ἐγὼ δ᾽ ἔσοπτρον εἴην,
Ὅπως ἀεὶ βλέπῃς με.
Ἐγὼ χιτὼν γενοίμην,
Ὅπως ἀεὶ φορῇς με·
Ὕδωρ θέλω γενέσθαι,
Ὅπως σὲ χρῶτα λούσω.
Μύρον, γύναι, γενοίμην,
Ὅπως ἐγὼ σ᾽ ἀλείφω·
Καὶ ταινίη μαστῶν,
Καὶ μάργαρον τραχήλῳ,
Καὶ σάνδαλον γενοίμην,
Μόνον ποσὶν πατεῖν με.