Ἐπὶ μυρσίναις τερείναις,
Ἐπὶ λωτίναις τε ποίαις
Στορέσας, θέλω προπίνειν.
Ὁ δ᾽ Ἔρως, χιτῶνα δήσας
῾Υπὲρ αὐχένος παπύρῳ,
Μέθυ μοι διηκονείτω.
Τροχὸς ἄρματος γὰρ οἷα
Βίοτος τρέχει κυλισθείς·
᾿Ολίγη δὲ κεισόμεσθα
Κόνις, ὀστέων λυθέντων.
Τί σε δεῖ λίθον μυρίζειν;
Τί δὲ γῇ χέειν μάταια;
᾿Εμὲ μᾶλλον, ὡς ἔτι ζῶ,
Μύρισον, ῥόδοις δὲ κρᾶτα
Πύκασον, κάλει δ᾽ ἑταίρην.
Πρὶν, ῎Ερως, ἐκεῖ μ᾽ ἀπελθεῖν
῾Υπὸ νερτέρων χορείας,
Σκεδάσαι θέλω μερίμνας.