Τὸ ῥόδον τὸ τῶν Ἐρώτων
Μίξωμεν Διονύσῳ·
Τὸ ῥόδον τὸ καλλίφυλλον
Κροτάφοισιν ἁρμόσαντες.
Πίνομεν ἁβρὰ γελῶντες.
῾Ρόδον, ὦ φέριστον ἄνθος,
῾Ρόδον, εἴαρος μέλημα·
῾Ρόδα καὶ θεοῖσι τερπνά.
῾Ρόδα παῖς ὁ τῆς Κυθήρης
Στέφεται καλοῖς ἰούλοις,
Χαρίτεσσι συγχορεύων.
Στέψον οὖν με, καὶ λυρίσσω.
Παρὰ σοῖς, Διόνυσε, σηκοῖς
Μετὰ κούρης βαθυκόλπου,
῾Ροδίνοισι στεφανίσκοις
Πεπυκασμένος, χορεύσω.