Ἀνακρέων ἰδών με,
Ὁ Τήιος μελωδός,
Ὄναρ λέγων, προσεῖπε.
Κἀγὼ δραμὼν πρὸς αὐτὸν
Περιπλάκην φιλήσας.
Γέρων μὲν ἦν, καλὸς δέ,
Καλὸς τε καὶ φίλευνος·
Τὸ χεῖλος ὦζεν οἴνου.
Τρέμοντα δ᾽ αὐτὸν ἤδη
Ἔρως ἐχειραγώγει.
Ὁ δ᾽ ἐξελὼν καρήνου
Ἐμοὶ στέφος δίδωσι·
Τὸ δ᾽ ὦζ᾽ Ἀνακρέοντος.
Ἐγὼ δ᾽ ὁ μακρὸς ἄρας
Ἐδησάμην μετώπῳ·
Καὶ δὴν ἄχρι καὶ νῦν
Ἔρωτος οὐ πέπαυμαι.