59. ΑΝΑΚΡΕΟΝΤΕΙΟΝΣτέφος πλέκων ποθ᾽ εὗρονἘν τοῖς ῥόδοις Ἔρωτα,Καὶ τῶν πτερῶν κατασχώνἘβάπτιζ᾽ εἰς τὸν οἶνον.Λαβὼν δ᾽ ἔπιον αὐτόν·Καὶ νῦν ἔσω μελῶν μουΠτεροῖσι γαργαλίζει.