Ὁ τὸν ἐν πόνοις ἀτειρῆ,
Νέον ἐν πόνοις ἀταρβῆ,
Καλὸν ἐν πότοις χορευτὴν
Τελέων, θεὸς κατῆλθε,
Ἀπαλὸν βροτοῖσι φίλτρον,
Πότον ἄστονον, κομίζων·
Γόνον ἀμπέλου τὸν οἶνον.
Πεπεδημένον γ᾽ ὁπώρας
Ἐπὶ κλημάτων φυλάσσων.
Ἵν᾽ ὅταν τάμωσι βότρυν,
Ἄνοσοι μένωσι πάντες,
Ἄνοσον δέμας θεητόν,
Ἄνοσον γλυκὺν τε θυμόν,
Ἐς ἔτους φανέντος ἄλλον.