Γράφε μοι Βάθυλλον οὕτω,
Τὸν ἑταῖρον, ὡς διδάσκω.
Λιπαρὰς κόμας ποίησον,
Τὰ μὲν ἔνδοθεν μελαίνας,
Τὰ δ᾽ ἐς ἄκρον ἡλιώσας·
Ἕλικας δ᾽ ἐλευθέρους μοι
Πλοκάμων ἄτακτα συνθεὶς,
Ἄφες, ὡς θέλουσι, κεῖσθαι.
Ἁπαλὸν δὲ καὶ δροσῶδες
Στεφέτω μέτωπον ὀφρῦς,
Κυανωτέρη δρακόντων.
Μέλαν ὄμμα γοργὸν ἔστω,
Κεκερασμένον γαλήνῃ·
Τὸ μὲν ἐξ Ἄρεος ἔλκον,
Τὸ δὲ τῆς καλῆς Κυθήρης.
Ῥοδίνην δ᾽, ὁποῖα μῆλον,
Χνοΐην ποίει παρειήν.
Τὸ δὲ πᾶν ὁ κηρὸς αὐτὸς
Ἐχέτω λαλῶν σιωπῇ.
Λάβε μισθόν, ὅσσον εἴπῃς·
Τὸ δὲ χεῖλος οὐκέτ᾽ οἶδα,
Τινί μοι τρόπον ποιήσεις,
Ἁπαλὸν, γέμον τε Πειθοῦς.
Τὸ δὲ πᾶν ὁ κηρὸς αὐτὸς
Ἐχέτω λαλῶν σιωπῇ.
Μετὰ δὲ πρόσωπον ἔστω,
Τὸν Ἀδώνιδος παρελθών,
Ἐλεφάντινος τράχηλος.
Μετὰ μάζιον δὲ ποίει,
Διδύμας τε χεῖρας Ἑρμέω,
Πολυδεύκεός τε μηρούς,
Διονυσίην τε νηδύν.
Ἁπαλῶν δ᾽ ὑπὲρθε μηρῶν,
Μηρῶν τὸ πῦρ ἐχόντων,
Ἀφελῆ ποίησον αἰδῶ,
Παφίην γελῶσαν ἤδη.
Φθονερήν ἔχεις δὲ τέχνην,
Ὅτι μὴ τὰ νῶτα δεῖξαι
Δύνασαι· τὰ δ᾽ ἦν ἀμείνω.
Τί με δεῖ πόδας διδάσκειν;
Λάβε μισθόν, ὅσον εἶπες.
Τὸν Ἀπόλλωνα δὲ τοῦτον
Καθελὼν, ποίει Βάθυλλον.
Ἢν δ᾽ ἐς Σάμον ποτ᾽ ἔλθῃς,
Γράφε Φοῖβον ἐκ Βαθύλλου.