Καλλιτεχνά, μοι τόρευσον
Εἰαρος κύπελλον ἡδύ.
Τὰ πρῶτα τερπνὸν ἡμῖν
Ῥόδον φέρουσαν ἀργῇ·
Τὸν ἄργυρον δ᾽ ἀπλώσας
Τερπνὸν πότον ποίει μοι·
Τῶν τελετῶν, παραινῶ,
Μὴ μοι ξένον τορεύσῃς,
Μὴ φευκτὸν ἱστόρημα.
Μᾶλλον ποίει Διὸς γόνον,
Βάκχον Εὔϊον ἡμῖν
Μύστην νάματος, ἢ Κύπριν
Ἡμεναίοις κρατοῦσαν·
Χάρασσ᾽ Ἔρωτ᾽ ἄνοπλον,
Καὶ Χάριτας γελώσας
Ὑπ᾽ ἄμπελον εὐπέταλον,
Εὐβότρυον, κομῶσαν·
Σύναπτε χορούς εὐπρεπεῖς,
Ἂν μὴ Φοῖβος ἀλύξῃ.