13. ΕΙΣ ΑΤΤΙΝΟἱ μὲν, καλὴν ΚυβήβηνΤὸν ἡμίθηλυν ἌττινἘν οὔρεσιν βοῶντα,Λέγουσιν ἐκμανῆναι·Οἱ δὲ, Κλάρου παρ᾽ ὄχθαιςΔαφνηφόροιο Φοίβου,Λάλον πιόντες ὕδωρ,Μεμηνότες βοῶσιν.Ἐγὼ δὲ τοῦ Λυαίου,Καὶ τοῦ μύρου κορεσθείς,Καὶ τῆς ἐμῆς ἑταίρης,Θέλω, θέλω μανῆναι.