Ἀνὰ βαρβίτον δονήσω·
Ἄθλος μὲν οὐ πρόκειται,
Μελέτη δ᾽ ἔπεστι παντὶ
Σοφίης λαχόντ᾽ ἄωτον.
Ἐλεφαντίνῳ δὲ πλήκτρῳ
Λιγυρὸν μέλος κροαίνων,
Φρυγίῳ ῥυθμῷ βοήσω·
Ἄτε τις κύκνος Καΰστρου,
Πολιοῖς πτεροῖσι μέλπων
Ἀνέμου σύναυλον ἠχήν.
Σὺ δὲ, Μοῦσα, συγχόρευε·
Ἱερὸν γάρ ἐστι Φοίβου
Κιλίκης, δάφνη, τρίπους τε.
Λαλῶ δ᾽ ἔρωτα Φοίβου,
Ἀνεμάλιον τὸν οἶστρον·
Σώφρων γάρ ἐστι κούρη·
Τὸ μὲν ἐκπέφευγε κέντρον,
Φύσεως δ᾽ ἄμειψε μορφήν,
Φυτὸν εὐθαλεῖς δ᾽ ἐπήχει.
Ὁ δὲ Φοῖβος, ἦε Φοῖβος,
Κρατεῖν κόρην νομίζων,
Χλοερὸν δρέπων δὲ φύλλον
Ἔδοκε τελεῖν Κυθήρην.
Ἄγε, θυμέ, τί μέμνησαι,
Μανίην μανεὶς ἀρίστην;
Τὸ βέλος φέρε κρατύνων,
Σκοπὸν ὡς βαλὼν ἀπέλθῃς·
Τὸ δὲ τόξον Ἀφροδίτης
Ἄφες, ὦ θεοὺς ἐνίκα.
Τὸν Ἀνακρέοντα μιμοῦ,
Τὸν ἀοίδιμον μελιστήν·
Φιάλην πρότεινε παισὶ,
Φιάλην λόγων ἐρασμήν,
Ἵνα νέκταρος ποτοῦ
Παραμύθιον λαβόντες,
Φλογερὸν φυγόντες ἄστρον
(Νοερὸν πίωσιν οἶνον.)