Τί με τοὺς νόμους διδάσκεις,
Καὶ ῥητόρων ἀνάγκας;
Τί δὲ μοι λόγων τοσούτων,
Τῶν μηδὲν ὠφελούντων;
Μᾶλλον δίδασκε πίνειν
Ἁπαλὸν πῶμα Λυαίου·
Μᾶλλον δίδασκε παίζειν
Μετὰ χρυσέης Ἀφροδίτης.
Πολιαὶ κάραν στέφουσι·
Δὸς ὕδωρ, βάλ᾽ οἶνον, ὦ παῖ,
Ψυχὴν δ᾽ ἐμοὶ χάρισον.
Βραχὺ μὴ ζῶντα καλύπτεις·
Ὁ θανὼν οὐκ ἐπιθυμεῖ.