35. ΕΙΣ ΕΥΡΩΠΗΝὉ ταῦρος οὗτος, ὦ παῖ,Ζεύς μοι δοκεῖ τις εἶναι·Φέρει γὰρ ἀμφὶ νώτοιςΣιδωνίην γυναῖκα.Περᾷ δὲ πόντον εὐρύν,Τέμνει δὲ κῦμα χηλαῖς·Οὐκ ἂν δὲ ταῦρος ἄλλοςἜπλευσε τὴν θάλασσαν,Εἰ μὴ μόνος γ᾽ ἐκεῖνος.