Ἆρα τις τόρευσε πόντον,
Ἆρα τις μανεῖσα τέχνη
Ἀνέχευε κῦμα δίσκῳ,
Ἐπὶ νῶτα τῆς θαλάσσης;
Ἆρα τις ὑπὲρ θάλασσαν
Ἀπαλὴν χάραξε Κύπριν,
Νόος εἰς θεοὺς ἀερθεὶς,
Μακάρων φύσιος ἀρχήν;
Ὁ δὲ νιν ἔδειξε γυμνήν,
Χ᾽ ὅσα μὴ θέμις ὁρᾶσθαι,
Μόνα κῦμα συγκαλύπτει·
Ἀλαλημένη δ᾽ ἐπ᾽ αὐτῇ,
Βρύον ὡς ὑπέρθε λευκόν,
Ἀπαλόχρους γαλήνης,
Δῆμας εἰς πλόον φέρουσα,
Ῥόδιον πάροιθεν ἕλκει.
Ῥοδέων ὑπέρθε μαστῶν,
Ἀπαλῆς ἔνερθε δεῖρης,
Μέγα κῦμα πρῶτα τέμνει·
Μέσον αὐλακὸς δὲ Κύπρις,
Κρίνον ὡς ἴοις ἑλιχθὲν,
Διαφαίνεται γαλήνης.
Ὑπὲρ ἀργύρῳ δ᾽ ὀχοῦνται,
Ἐπὶ δελφῖσιν χορευταῖς,
Δολεροὶ νέον μέτωπον,
Ἔρως, Ἵμερος, γελῶντες·
Χορὸς ἰχθύων δὲ κυρτὸς,
Ἐπὶ κυμάτων κυβιστῶν,
Παφίης εἰς ὄμμα παίζει,
Ἵνα νίχεται γελῶσα.