Χαλεπὸν τὸ μὴ φιλῆσαι,
Χαλεπὸν δὲ καὶ φιλῆσαι·
Χαλεπώτερον δὲ πάντων
Ἀποτυγχάνειν φιλοῦντα.
Γένος οὐδὲν εἰς Ἔρωτα·
Σοφίη, τρόπος, πατεῖται·
Μόνον ἄργυρον βλέπουσιν.
Ἀπόλοιτο πρῶτος αὐτός,
Ὁ τὸν ἄργυρον φιλήσας·
Διὰ τοῦτον οὐκ ἀδελφοί,
Διὰ τοῦτον οὐ τοκῆες·
Πόλεμοι, φόνοι δι᾽ αὐτόν.
Τὸ δὲ χεῖρον, ὀλλύμεθα
Διὰ τοῦτον οἱ φιλοῦντες.