Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Τότε μευ ἦτορ ἰανθὲν
Μούσας ἄρχεται λυγαίνειν.
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Ἀπορρίπτεται μέριμνα,
Πολυφροντίδες τε βουλαί,
Ἐς ἀλικτύπους ἀήτας·
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Φιλοπαίγμων τότε Βάκχος
Πολυανθέσιν μ᾽ ἐν αὔραις
Δονεῖ μέθη γανώσας.
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Στεφάνους ἄνθεσι πλέξας,
Ἐπιθεὶς δὲ τῷ κάρηνᾳ,
Μέλπω βίου γαλήνην.
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Μύρῳ εὐώδει τεύξας
Δέμας, ἀγκάλαις δὲ κούρην
Κατέχων, Κύπριν ἀείδω.
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Ὑποκύρτοις κυπέλλοις,
Τὸν ἐμὸν νόον γ᾽ ἀπλώσας
Θίασον γένηθ᾽ κούρων.
Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,
Τόδε μοι μόνον τὸ κέρδος·
Τόδ᾽ ἐγὼ λαβὼν ἀποίσω.
Τὸ θανεῖν γὰρ μετὰ πάντων.