Ἄφες με, τοὺς θεούς σοι,
Πιεῖν, πιεῖν ἀμυστί·
Θέλω, θέλω μανῆναι.
Ἐμαίνετ᾽ Ἀλκμαίων τε,
Χῷ λευκόπους Ὀρέστης,
Τὰς μητέρας κτανόντες.
Ἐγὼ δὲ μηδένα κτάς,
Πιὼν δ᾽ ἐρυθρὸν οἶνον,
Θέλω, θέλω μανῆναι.
Ἐμαίνεθ᾽ Ἡρακλῆς πρίν,
Δεινὴν κλονῶν φαρέτρην,
Καὶ τόξον Ἰφίτειον·
Ἐμαίνετο πρὶν Αἴας,
Μετ᾽ ἀσπίδος κραδαίνων
Τὴν Ἕκτορος μάχαιραν.
Ἐγὼ δ᾽ ἔχων κύπελλον,
Καὶ στέμμα τοῦτο χαίταις,
Οὐ τόξον, οὐ μάχαιραν,
Θέλω, θέλω μανῆναι.