24. ΕΙΣ ἙΑΥΤΟΝἘπειὴ βροτός γ᾽ ἐτέχθην,Βιότου τρίβον ὁδεύειν,Χρόνον ὃς παρῆλθεν ἔγνων·Ὃν ἔχω δραμεῖν, τίς οἶδεν;Μέθες οὖν με, φροντὶ δεινή,Οὐδέν ἐστί σοί τε κάμοι,Πρὶν ἐμὲ φθάσῃ τελευτῆν.Παίξω, γελάσω, χορεύσω,Μετὰ τοῦ καλοῦ Λυαίου,Μετὰ τῆς καλῆς Κυθήρης.