Τὸν ἄργυρον τορεύσας,
῞Ηφαιστε, μοι ποίησον,
Πανοπλίαν μὲν οὐχί·
Τί γὰρ μάχαισι κἀμοί;
Ποτήριον δὲ κοῖλον,
Ὅσον δύνῃ, βάθυνον.
Ποίει δὲ μοι κατ᾽ αὐτό,
Μήτ᾽ ἄστρα, μήθ᾽ ἁμάξας,
Μὴ στυγνὸν ᾿Ωρίωνα·
Τί Πλειάδεσσι κἀμοί;
Τί δ᾽ ἄστρασιν Βοώτεω;
Ποίησον ἀμπέλους μοι,
Καὶ βότρυας κατ᾽ αὐτό,
Καὶ χρυσέους πατοῦντας,
Ὁμοῦ καλῷ Λυαίῳ,
Ἔρωτα, καὶ Βάθυλλον.