Λέγουσιν αἱ γυναῖκες,
᾿Ανακρέων, γέρων εἶ·
Λαβὼν ἔσοπτρον, ἄθρει
Κόμας μὲν οὐκέτ᾽ οὔσας,
Ψιλὸν δὲ σευ μέτωπον.
Ἐγὼ δὲ τὰς κόμας μὲν,
Εἴτ᾽ εἰσὶν, εἴτ᾿ ἀπῆλθον,
Οὐκ οἶδα· τοῦτο δ᾽ οἶδα,
῾Ως τῷ γέροντι μᾶλλον
Πρέπει τὸ τερπνὰ παίζειν,
Ὅσῳ πέλας τὰ μοίρης.