Ὑακινθίνῳ με ῥάβδῳ
Χαλεπῶς Ἔρως βαδίζοντ᾽
Ἐκέλευσε συντροχάζειν·
Διὰ δ᾽ ὀξέων μ᾽ ἀναύρων,
Ξυλόχων τε καὶ φαράγγων,
Τροχάοντα πεῖρεν ὕδρος.
Κραδίη δὲ ῥινὸς ἄχρις
Ἀνέβαινε, κἂν ἀπέσβην.
Ὁ δ᾽ Ἔρως, μέτωπα σείων
Ἁπαλοῖς πτεροῖσιν, εἶπε·
Σὺ γὰρ οὐ δύνῃ φιλῆσαι.